ΤΕΛΕΥΤΑΙΑ ΝΕΑ
latest

728x90

468x60

Τὰ φρικτὰ καὶ σωτήρια Πάθη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


«Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳΣου Αἵματι· τῷ Σταυρῷπροσηλωθείς, καὶ τῇλόγχῃκεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις· Σωτὴρ ἡμῶν δόξα Σοι».


Ἀφοῦ ἀνέτειλεν ἡ κγ΄Μαρτίου, ἡμέρα τῆς ἑβδομάδοςΠαρασκευή, ἀποστέλλεται ὁἸησοῦς ἀπὸ τοὺ Καϊάφα πρὸς τὸντότε ἡμεμόνα τῆς Ἰουδαίας Ποντιον Πιλάτον τὸ ὄνομα· ὅστιςπολυτρόπως ἀνακρίνας Αὐτόν, καὶἅπαξ καὶ δὶς ὁμολογήσας ἀθῶον, πρὸς εὐχαρίστησιν ἔπειτα τῶνἸουδαίων, ψηφίζει θάνατον κατ' Αὐτοῦ· καὶ φραγγελώσας ὡςδοῦλον φυγάδα τὸν Δεσπότην τοῦπαντός, παρέδωκε εἰς τὸσταυρωθῆναι.


Ἐντεῦθεν ὁ Ἰησοῦς, παραδοθεὶς εἰς τοὺς στρατιώτας, γυμνοῦται τὰ ἰμάτια Αὐτοῦ, ἐνδύεται χλαμύδα κοκκίνην, στεφανοῦται ἀκάνθαις, σκηπτροφορεῖ κάλαμον, προσκυνεῖται χλευαστικῶς, ἐμπτύεται, κρούεται κατὰ τοῦπροσώπου καὶ τῆς κεφαλῆς. Εἶτα ἐνδυθεὶς πάλιν τὰ ἑαυτοῦ ἰμάτια καὶ βαστάζων τὸν Σταυρόν,ἔρχεται εἰς τὸν Γολγοθᾶ, τόπον τῆς καταδίκης, καὶ ἐκεῖ περὶ ὥραν γ΄ τῆς ἡμέρας σταυροῦται μεταξὺ δύο ληστῶν, βλασφημεῖται ὑπὸ τῶν παραπορευομένων, μυκτηρίζεται ὑπὸ τῶν ἀρχιερέων, ποτίζεται ὑπὸτῶν στρατιωτῶν ὄξος μεμιγμένον μετὰ χολῆς. Περὶ δὲ τὴν θ΄ ὥρα, κράξας φωνῇ μεγάλῃ καὶ εἰπών· Τετέλεσται,ἐκπνέει «ὁ ἀμνὸς τοῦΘεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦκόσμου», καθ' ἧν ὥραν πανσελήνου οὕσης τῆς ἡμέρας,ἐσφάζετο κατὰ τὸν νόμον ὁπασχάλιος ἀμνός, ὁ εἰς τύπον Αὐτοῦ διαταχθεὶς τοῖς Ἰουδαίοις πρὸ 1043 ἐτῶν.

Τὸν Δεσποτικὸν τοῦτονθάνατον καὶ ἡ ἄψυχος κτίσιςπενθοῦσα τρέμει καὶ ἀλλοιοῦταιὑπὸ τοῦ φόβου· ἀλλ'ὁ Δημιουργὸςτῆς κτίσεως, καὶ νεκρὸς ἤδη ὤν, λογχίζεται προσέτι καὶ τὴνἀκήρατον πλευράν, καὶ ρέει ἐξαὐτῆς αἷμα καὶ ὕδωρ.

Τέλος, περὶ τὴν δύσιν τοῦἡλίου, ἔρχεται Ἰωσὴφ ὁ ἀπὸἈριμαθαίας καὶ Νικόδημος μετ' αὐτοῦ, ἀμφότεροι μαθηταὶ τοῦἸησοῦ κεκρυμμένοι, ἀποκαθηλοῦσιν ἀπὸ τοῦ Σταυροῦτὸ πανάγιον τοῦ ΔιδασκάλουΣῶμα, ἀρωματίζουσιν αὐτό, ἐντυλίσσουσιν εἰς σινδόνακαθαράν, καὶ θάψαντες αὐτὸ ἐνμνημείῳ κενῷ, προσκυλίουσινἐπὶτῷ στόμιον αὐτοῦ λίθον μέγαν. Ταῦτα τὰ φρικτὰ καὶ σωτήρια Πάθη τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ ἐπιτελοῦμεν σήμερον καὶ εἰς ἀνάμνησιν αὐτῶν παρελάβομεν, ἐξ Ἀποστολικῆς διαταγῆς, τὴν τῆς Παρασκευῆς νηστείαν.


+ π.I.Σ.

« PREV
NEXT »