Slider[Style1]

Style2

Για κρατήσεις στο +30 27550 52720

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5[ImagesOnly]

Style6



Τήν Κυριακή τῶν Βαΐων, 21η Ἀπριλίου 2019, ὁ Σεβ. Μητροπολίτης Μαντινείας καί Κυνουρίας κ.κ. ΑΛΕΞΑΝΔΡΟΣ, προεξῆρχε στόν Ὄρθρο καί τέλεσε τή Θεία Λειτουργιά, εὐλογώντας τά Βάγια στόν Ἱερό Παναγίας Γιάτρισσας Τριπόλεως, ἐνῶ τό ἑσπέρας θά χοροστατήσει στήν Ἀκολουθία τοῦ Ὄρθρου – Νυμφίου στήν Ἐνορία Ἁγίου Ραφαήλ Τριπόλεως.



Κατά τήν ιη΄ τοῦ Μαρτίου, ἐν ἡμέρᾳ Κυριακῆ, πέντε ἡμέρας πρό τοῦνομικοῦ Πάσχα, ἐρχόμενος ὁ Ἰησοῦς ἀπό τῆς Βηθανίας εἰς Ἱεροσόλυμα,ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ καί ἔφερον πρός αὐτόν ὀνάριον, καί καθίσας ἐπ' αὐτοῦ εἰσήρχετο εἰς τήν πόλιν.

Τό δέ ἐν αὐτῇ πλῆθος τοῦ λαοῦ,ἀκούσαντες ὅτι ὁ Ἰησοῦς ἔρχεται, λαβόντες εὐθύς εἰς τάς χεῖρας αὐτῶν βαΐατῶν φοινίκων, ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ, καί ἄλλοι μέν διά τῶν ἑαυτῶν ἱματίων, ἄλλοι δέ κόπτοντες κλάδους ἀπό τῶν δένδρων, ἐστρώννυον τήν ὁδόν, δι' ἧς ὁ Ἰησοῦς ἔμελλε διέρχεσθαι, καί πάντες ὁμοῦ, καί αὐτά ἔτι τά νήπια, προπορευόμενοι καί ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ Βασιλεύς τοῦἸσραήλ.

Καί ταύτην μέν τήν λαμπράν καί ἔνδοξον πανήγυριντῆς εἰς Ἱερουσαλήμ εἰσόδου τοῦ Κυρίου ἡμῶν ἑορτάζομεν σήμερον.

Ἐσήμαινον δέ τά μέν βαΐα, τουτέστιν οἱ ἁπαλοί τῶν φοινίκων κλάδοι, τήν κατά τοῦ διαβόλου καί τοῦθανάτου νίκην τοῦ Χριστοῦ.

Τό δέ Ὡσαννά ἑρμηνεύεται σῶσον παρακαλῶ, ἤ, σῶσον δή. Τό δέ πωλάριον τοῦ ὄνου, καί τό κάθισμα τοῦἸησοῦ ἐπ' αὐτοῦ, ζῴου ἀδάμαστου ἔτι καί κατά τόν νόμον ἀκαθάρτου,ἐσήμαινε τήν πρώτην ἀκαθαρσίαν καί ἀγριότητα τῶν ἐθνῶν, καί τήν μετά ταῦτα ὑποταγήν αὐτῶν εἰς τόν ἅγιον τοῦΕὐαγγελίου νόμον.

«
Next
Νεότερη ανάρτηση
»
Previous
Παλαιότερη Ανάρτηση

Δεν υπάρχουν σχόλια: